Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.163 Joseph. AJ 16.167 (English) >>Joseph. AJ 16.172

16.165τό τε ψήφισμα τὸ δοθέν μοι ὑπʼ αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαΐου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Ἀγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.” 16.166

Καῖσαρ Νωρβανῷ Φλάκκῳ χαίρειν. Ἰουδαῖοι ὅσοι ποτʼ οὖν εἰσίν, οἳ διʼ ἀρχαίαν συνήθειαν εἰώθασιν χρήματά τε ἱερὰ φέροντες ἀναπέμπειν ἀκωλύτως τοῦτο ποιείτωσαν εἰς Ἱεροσόλυμα.” καὶ ταῦτα μὲν Καῖσαρ. 16.167

Ἀγρίππας δὲ καὶ αὐτὸς ἔγραψεν ὑπὲρ τῶν Ἰουδαίων τὸν τρόπον τοῦτον· “Ἀγρίππας Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. τῶν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἀναφερομένων ἱερῶν χρημάτων τὴν ἐπιμέλειαν καὶ φυλακὴν βούλομαι τοὺς ἐν Ἀσίᾳ Ἰουδαίους ποιεῖσθαι κατὰ τὰ πάτρια. 16.168τούς τε κλέπτοντας ἱερὰ γράμματα τῶν Ἰουδαίων καταφεύγοντάς τε εἰς τὰς ἀσυλίας βούλομαι ἀποσπᾶσθαι καὶ παραδίδοσθαι τοῖς Ἰουδαίοις, δικαίῳ ἀποσπῶνται οἱ ἱερόσυλοι. ἔγραψα δὲ καὶ Σιλανῷ τῷ στρατηγῷ, ἵνα σάββασιν μηδεὶς ἀναγκάζῃ Ἰουδαῖον ἐγγύας ὁμολογεῖν.” 16.169

Μᾶρκος Ἀγρίππας Κυρηναίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν Κυρήνῃ Ἰουδαῖοι, ὑπὲρ ὧν ἤδη Σεβαστὸς ἔπεμψεν πρὸς τὸν ἐν Λιβύῃ στρατηγὸν τόντε ὄντα Φλάβιον καὶ πρὸς τοὺς ἄλλους τοὺς τῆς ἐπαρχίας ἐπιμελουμένους, ἵνα ἀνεπικωλύτως ἀναπέμπηται τὰ ἱερὰ χρήματα εἰς Ἱεροσόλυμα, ὡς ἔστιν αὐτοῖς πάτριον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.163 Joseph. AJ 16.167 (English) >>Joseph. AJ 16.172

Powered by PhiloLogic